Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.287 Joseph. AJ 11.292 (English) >>Joseph. AJ 11.298

11.290καὶ τοῦτο μὲν προσέταξε τοῖς Ἰουδαίοις βασιλεὺς μηδὲν ἀντιλέγειν Ἐσθῆρι δυνάμενος· οἱ δὲ πάλιν συστραφέντες τῇ τετράδι καὶ δεκάτῃ τοῦ Δύστρου μηνὸς ἀπέκτειναν τῶν ἐναντίων ὡς τριακοσίους, καὶ οὐδενὸς τῶν ἐκείνοις ὑπαρχόντων ἥψαντο κτημάτων. 11.291ἀπέθανον δὲ καὶ ὑπὸ τῶν ἐν τῇ χώρᾳ καὶ ταῖς ἄλλαις πόλεσιν Ἰουδαίων τῶν ἐχθρῶν αὐτοῖς ἑπτακισμύριοι καὶ πεντακισχίλιοι. καὶ τούτους μὲν ἀπέκτειναν τῇ τρισκαιδεκάτῃ τοῦ μηνός, τὴν δὲ ἐχομένην ἑορτάσιμον ἐποίησαν. 11.292ὁμοίως δὲ καὶ οἱ ἐν Σούσοις Ἰουδαῖοι τὴν τετράδα καὶ δεκάτην καὶ τὴν ἐχομένην τοῦ αὐτοῦ μηνὸς συναθροισθέντες εὐωχήθησαν. ὅθεν καὶ νῦν οἱ ἐν τῇ οἰκουμένῃ Ἰουδαῖοι πάντες τὰς ἡμέρας ταύτας ἑορτάζουσιν διαπεμπόμενοι μερίδας ἀλλήλοις. 11.293ἔγραψεν δὲ Μαρδοχαῖος τοῖς ἐν τῇ Ἀρταξέρξου βασιλείᾳ ζῶσιν Ἰουδαίοις ταύτας παραφυλάσσειν τὰς ἡμέρας καὶ ἑορτὴν ἄγειν αὐτὰς καὶ τοῖς ἐκγόνοις παραδοῦναι τοῦ πρὸς πάντα διαμεῖναι τὸν χρόνον τὴν ἑορτὴν ἕνεκα καὶ μὴ λήθῃ παραπολέσθαι· 11.294μελλήσαντας γὰρ αὐτοὺς ἐν ταύταις διαφθείρεσθαι ταῖς ἡμέραις ὑπὸ Ἀμάνου δίκαια ποιήσειν, εἰ διαφυγόντες μὲν ἐν αὐταῖς τὸν κίνδυνον τοὺς δʼ ἐχθροὺς τιμωρησάμενοι παρατηρήσουσιν αὐτὰς εὐχαριστοῦντες τῷ θεῷ. 11.295διὰ ταῦτα μὲν οἱ Ἰουδαῖοι τὰς προειρημένας ἡμέρας ἑορτάζουσιν προσαγορεύσαντες αὐτὰς φρουρέας. δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ λαμπρὸς παρὰ τῷ βασιλεῖ καὶ συνδιεῖπεν αὐτῷ τὴν ἀρχὴν ἀπολαύων ἅμα καὶ τῆς κοινωνίας τοῦ βίου τῇ βασιλίσσῃ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.287 Joseph. AJ 11.292 (English) >>Joseph. AJ 11.298

Powered by PhiloLogic